Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.261 Joseph. AJ 4.265 (English) >>Joseph. AJ 4.270

4.263οὗ σὺ μὴ πειραθείης.” κἂν μὲν τούτοις θεραπεύηται τὸ τῶν νέων αὔθαδες, ἀπαλλαττέσθωσαν τῶν ἐπὶ τοῖς ἠγνοημένοις ὀνειδῶν. οὕτως γὰρ ἂν τε νομοθέτης ἀγαθὸς εἴη καὶ οἱ πατέρες εὐτυχεῖς οὐκ ἐπιδόντες οὔτε υἱὸν κολαζόμενον οὔτε θυγατέρα. 4.264οὐδʼ ἂν οἱ λόγοι καὶ παρʼ αὐτῶν διδασκαλία τοῦ σωφρονεῖν τὸ μηδὲν εἶναι φανῶσιν, ἐχθροὺς δʼ ἀσπόνδους αὑτῷ ποιῇ τοὺς νόμους τοῖς συνεχέσι κατὰ τῶν γονέων τολμήμασι, προαχθεὶς ὑπʼ αὐτῶν τούτων ἔξω τῆς πόλεως τοῦ πλήθους ἑπομένου καταλευέσθω καὶ μείνας διʼ ὅλης τῆς ἡμέρας εἰς θέαν τὴν ἁπάντων θαπτέσθω νυκτός. 4.265οὕτως δὲ καὶ οἱ ὁπωσοῦν ὑπὸ τῶν νόμων ἀναιρεθῆναι κατακριθέντες. θαπτέσθωσαν δὲ καὶ οἱ πολέμιοι καὶ νεκρὸς μηδὲ εἷς ἄμοιρος γῆς κείσθω περαιτέρω τοῦ δικαίου τιμωρίαν ἐκτίνων. 4.266

Δανείζειν δʼ Ἑβραίων ἐπὶ τόκοις ἐξέστω μηδενὶ μήτε βρωτὸν μήτε ποτόν· οὐ γὰρ δίκαιον προσοδεύεσθαι τοῦ ὁμοφύλου τὰς τύχας, ἀλλὰ βοηθήσαντας ταῖς χρείαις αὐτοῦ κέρδος εἶναι νομίζειν τήν τʼ ἐκείνων εὐχαριστίαν καὶ τὴν ἀμοιβὴν τὴν παρὰ τοῦ θεοῦ γενησομένην ἐπὶ τῇ χρηστότητι. 4.267

Οἱ δὲ λαβόντες εἴτε ἀργύρια εἴτε τινὰ τῶν καρπῶν ὑγρὸν ξηρόν, κατὰ νοῦν αὐτοῖς τῶν παρὰ τοῦ θεοῦ χωρησάντων κομίζοντες μεθʼ ἡδονῆς ἀποδιδότωσαν τοῖς δοῦσιν ὥσπερ ἀποθέμενοι εἰς τὰ αὑτῶν καὶ πάλιν εἰ δεηθεῖεν ἕξοντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.261 Joseph. AJ 4.265 (English) >>Joseph. AJ 4.270

Powered by PhiloLogic